Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.45
Not analysed yet
Ἔτι καὶ πινακὶς γυναῖκα σημαίνει διὰ τὸ τύπους παντοδαποὺς γραμμάτων ἐπιδέχεσθαι. ‘τύπους’ δὲ ἐν τῇ συνηθείᾳ καὶ τὰ τέκνα καλοῦμεν. Βιβλίον τὸν βίον τοῦ ἰδόντος σημαίνει· (διέρχονται γὰρ τὰ βιβλία οἱ ἄνθρωποι ὥσπερ καὶ τὸν βίον) καὶ παλαιῶν πραγμάτων ὑπόμνησιν, ἐπειδὴ τὰ πάλαι πραχθέντα τοῖς βιβλίοις ἐγγέγραπται. ἐσθίειν δὲ βιβλία παιδευταῖς καὶ σοφισταῖς καὶ πᾶσι τοῖς ἀπὸ λόγων ἢ βιβλίων ποριζομένοις συμφέρει· τοῖς δὲ λοιποῖς θάνατον σύντομον προαγορεύει.