Ancient Greek · ~3 min
Book 2
Artemidorus, Onirocriticon 2.53
Not analysed yet
Σταυροῦσθαι πᾶσι μὲν τοῖς ναυτιλλομένοις ἀγαθόν· καὶ γὰρ ἐκ ξύλων καὶ ἤλων γέγονεν ὁ σταυρὸς ὡς καὶ τὸ πλοῖον, καὶ ἡ κατάρτιος αὐτοῦ ὁμοία ἐστὶ σταυρῷ. ἀγαθὸν δὲ καὶ πένητι· καὶ γὰρ ὑψηλὸς ὁ σταυρωθεὶς καὶ πολλοὺς τρέφει οἰωνούς. τὰ δὲ κρυπτὰ ἐλέγχει· ἐκφανὴς γὰρ ὁ σταυρωθείς. τοὺς δὲ πλουσίους βλάπτει· γυμνοὶ γὰρ σταυροῦνται καὶ τὰς σάρκας ἀπολλύουσιν οἱ σταυρωθέντες. ἀνδρὶ δὲ ἀγάμῳ γάμον προαγορεύει διὰ τὴν δέσιν πλὴν οὐ πάνυ τι συμφέροντα. ὁ δὲ αὐτὸς λόγος καὶ περὶ φιλίας καὶ κοινωνίας. δούλους δὲ ἐλευθεροῖ· ἀνυπότακτοι γὰρ οἱ σταυρωθέντες. τοὺς δὲ ἐν τῇ οἰκείᾳ διατρίβειν βουλομένους καὶ τοὺς ἰδίαν γῆν γεωργοῦντας καὶ τοὺς ἐκβληθῆναί ποθεν φοβουμένους ἐκβάλλει καὶ οὐκ ἐᾶ μένειν ἐν οἷς εἰσιν· εἴργει γὰρ ὁ σταυρὸς τῆς γῆς ἐπιβαίνειν, ἐν πόλει δὲ δοκεῖν ἐσταυρῶσθαι ἀρχὴν σημαίνει τοιαύτην, οἷος ἂν ᾖ ὁ τόπος, ἐν ᾧ ὁ σταυρὸς ἕστηκε.