Ancient Greek · ~1 min
Book 2
Artemidorus, Onirocriticon 2.54
Not analysed yet
Θηριομαχεῖν πένητι ἀγαθόν πολλοὺς γὰρ ἕξει τρέφειν. καὶ γὰρ ὁ θηριομαχῶν ἀπὸ τῶν ἰδίων σαρκῶν τὰ θηρία τρέφει. ἀνδρὶ δὲ εὐπόρῳ ὑπὸ τοιούτων ἀδικίας ἐσομένας προαγορεύει, οἷα ἂν ᾖ τὰ θηρία. πολλοῖς δὲ νόσον προηγόρευσεν· ὡς γὰρ ὑπὸ θηρίων, οὕτω καὶ ὑπὸ νόσου φθείρονται αἱ σάρκες. δούλους δὲ ἐλευθεροῖ, ἐὰν ἀποθάνωσιν ὑπὸ τῶν θηρίων.