Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.55
Not analysed yet
Εἰς Ἅιδου καταβῆναι δοκεῖν καὶ τὰ ἐν Ἅιδου ὁρᾶν, ὅσα ἐκεῖ εἶναι νενόμισται, τοῖς μὲν εὖ πράττουσι καὶ κατὰ προαίρεσιν ζῶσιν ἀπραξίαν καὶ βλάβην σημαίνει· ἄπρακτοι γὰρ οἱ ἐν Ἅιδου καὶ ψυχροὶ καὶ ἀκίνητοι. τοῖς δὲ εὐλαβουμένοις ἤ φροντίζουσιν λυπουμένοις ἀμεριμνίας καὶ ἀλυπίας προαγορεύει· καὶ γὰρ ἄλυποι καὶ πάσης ἐκτὸς φροντίδος εἰσὶν οἱ ἐν Ἅιδου. τοῖς δὲ λοιποῖς ἀποδημίας σημαίνει ἢ πάντως γε τῶν τόπων ἐν οἷς εἰσιν ἐκβάλλει τοῦτο μὲν γὰρ οἱ παλαιοὶ τοὺς μακρὰν ἀποδημήσαντας εἰς Ἅιδου πορεύεσθαι ἔλεγον, τοῦτο δὲ καὶ αὐτὸς ὁ λόγος δείκνυσιν, ὅτι μὴ ἐν ταῖς αὐταῖς διατριβαῖς εἰσιν οἱ ἐν Ἅιδου. καὶ εἰ μέν τις ἀναβαίνειν πάλιν ἐξ Ἅιδου ὑπολάβοι, ἀνακομισθήσεται ἀπὸ τῆς ξένης εἰς τὴν οἰκείαν εἰ δὲ μή, ἐπὶ ξένης καταβιώσεται. πολλάκις δὲ καὶ τοὺς ἐπὶ ξένης ἡ εἰς Ἅιδου κατάβασις εἰς τὴν οἰκείαν ἐπανάγει. τὸ δὲ δοκεῖν εἰς Ἅιδου καταβάντα εἴργεσθαι τῆς εἰς ἀνθρώπους ἀνόδου βίᾳ κατασχεθῆναι πρός τινων σημαίνει ἢ εἰς εἰρκτὴν ἐμβληθῆναι, πολλοῖς δὲ νόσον μακρὰν προηγόρευσε καὶ ἐπὶ τῇ νόσῳ θάνατον. τὸ δὲ ἀναβαίνειν διαφυγήν τινα πορισάμενον ἐξ ἐσχάτου τινὸς κινδύνου σώζει τὸν ἄρρωστον· φαμέν γὰρ καὶ ἐν τῇ συνηθείᾳ τὸν παρὰ προσδοκίαν σωθέντα ἐξ Ἅιδου ἀναβεβηκέναι.