Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.59
Not analysed yet
εἴ τις ὑπολάβοι θησαυρὸν εὑρίσκειν ὀλίγα χρήματα ἔχοντα, ἥττονα τὰ χαλεπὰ σημαίνει· ὁ δὲ πολυχρήματος θησαυρὸς λύπας καὶ μερίμνας σημαίνει, πολλάκις δὲ καὶ θάνατον προαγορεύει· οὐ γὰρ ἄνευ τοῦ τὴν γῆν ἀνασκαφῆναι θησαυρὸς εὑρίσκεται, ὥσπερ οὐδὲ νεκρὸς κατατίθεται.