Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.60
Not analysed yet
Δακρύειν καὶ ὀδύρεσθαι καὶ ἐπὶ νεκρῷ καὶ ἐπὶ ἄλλῳ ᾡτινιοῦν καὶ αὐτὸ τὸ λυπεῖσθαι χαρὰν ἐπί τινι καὶ ἡδονὴν ἐπὶ κατορθώματι ἐσομένην προαγορεύει ὀρθῶς καὶ κατὰ λόγον· ἔχει γὰρ ἡ ἡμετέρα ψυχὴ συγγενές τι πρὸς τὸ περιέχον καὶ τὸν ἀέρα τὸν ἐκτός. ὥσπερ οὖν τὸ περιέχον καὶ ὁ ἀὴρ τρέπονται ἐπὶ τὸ ἐναντίον, ἀπὸ χειμῶνος εἰς εὐδίαν καὶ πάλιν ἀπὸ εὐδίας εἰς χειμῶνα, οὕτως εἰκὸς καὶ τὴν ἡμετέραν γνώμην ἀπὸ λύπης εἰς ἡδονὴν καὶ χαρὰν τρέπεσθαι καὶ ἀπὸ χαρᾶς εἰς λύπην. ὅθεν καὶ τὸ χαίρειν εἰς τὸ ἐναντίον τρεπόμενον λύπην προαγορεύει. ἀεὶ δὲ χρὴ ἐπί τινι λυπεῖσθαι καὶ μὴ ἄνευ ὑποθέσεως, ἐπεὶ τό γε εἰκῆ λυπεῖσθαι ὄντως ἐπί τινι λυπηθήσεσθαι σημαίνει.