Ancient Greek
Book 3
Artemidorus, Onirocriticon 3.13
Not analysed yet
Θεὸς εἴ τις ὑπολάβοι γενέσθαι, ἱερεὺς ἂν γένοιτο ἢ μάντις· τῆς γὰρ αὐτῆς τοῖς θεοῖς τιμῆς καὶ οὗτοι τυγχάνουσιν. εἰ δέ τις νοσῶν θεὸς εἶναι νομίσειε, τεθνήξεται· ἀθάνατοι γὰρ οἱ ἀποθανόντες, ἐπεὶ μηκέτι τεθνήξονται. εἰ δέ τις ἐν πενία ἢ δουλεία ἢ δεσμοῖς ἢ περιστάσει τινὶ ᾡτινιοῦν καθεστὼς κακῷ ἴδοι τὸ ὄναρ τοῦτο, ἀπαλλαγήσεται τῶν περιεχόντων αὐτὸν δεινῶν· πολλαὶ γὰρ καὶ εὐπόριστοι τῷ θεῷ αἱ ἀπὸ τῶν δεινῶν σωτηρίαι. ἀνδρὶ δὲ πλουσίῳ καὶ μεγιστᾶνι ἀρχὴν μεγίστην κατὰ τὸ ἐπιβάλλον τοῦ ἀξιώματος προαγορεύει· ἐπίσης γὰρ τοῖς θεοῖς καὶ οἱ ἄρχοντες δύνανται εὖ καὶ κακῶς τινας ποιεῖν. ἀγαθὸν δὲ καὶ τοῖς ἐπὶ σκηνὴν ἀνερχομένοις) διὰ τὸ ἐν τῇ ὑποκρίσει ἔθος πολλάκις γὰρ καὶ θεῶν πρόσωπα ἀναλαμβάνουσιν.