Ancient Greek
3.10 to 3.12
Artemidorus, Onirocriticon 3.10-12
Not analysed yet
Σφάζεσθαι καὶ ἀποθνήσκειν ὅ τι σημαίνει ἐν τῷ περὶ θανάτου λόγῳ ἐν τῷ δευτέρῳ βιβλίῳ προείρηται. σφαζομένους δὲ ἰδεῖν ἀγαθόν πάντα γὰρ τὰ προκείμενα ἐπὶ τὸ τέλος συμπερανθέντα ἤδη ἀφῖχθαι σημαίνει, ἐπειδὴ ἡ σφαγὴ τελευτῆς ἐστι σημεῖον. Κροκόδειλος πειρατὴν ἢ φονέα οὐδὲν ἧττον ἀπονενοημένον ἄνθρωπον σημαίνει. ὅπως δʼ ἂν διαθῇ τὸν ἰδόντα ὁ κροκόδειλος, οὕτω διαθήσει καὶ ὁ ὑπὸ τοῦ κροκοδείλου σημαινόμενος. Αἴλουρος μοιχὸν σημαίνει· κλέπτης γάρ ἐστιν ὀρνίθων· αἱ δὲ ὄρνιθες γυναιξὶν εἰκάζονται, καθὼς ἐν τῷ πρώτῳ βιβλίῳ ἐπεμνήσθην. Ἰχνεύμων καὶ ἴκτις πανούργους σημαίνουσιν ἀνθρώπους καὶ δολίους οὐδέ ποτε τοῖς ὁρῶσιν εὐνοῆσαι δυναμένους διὰ τὸ ἄγριον καὶ δυστιθάσευτον. καὶ ὁ μὲν ἰχνεύμων ἄνδρας σημαίνει, ἡ δὲ ἴκτις γυναῖκας.