Ancient Greek
Book 3
Artemidorus, Onirocriticon 3.20
Not analysed yet
Εἰς μάντεως δὲ φοιτᾶν καὶ μαντεύεσθαι περί τινος φροντίδας οὐ τὰς τυχούσας τῷ ἰδόντι σημαίνει· οὐ γὰρ δεῖ μαντικῆς τοῖς μὴ φροντίζουσιν. ὅ τι δʼ ἂν ὁ μάντις ὅγε ἀληθὴς ἀποκρίνηται, τούτῳ πιστεύειν χρή. περὶ δὲ διαφορᾶς μάντεων, οἷς δεῖ προσέχειν καὶ οἷς μή ,ἐν τῷ περὶ τῶν ἀξιοπίστων λόγῳ ἐν τῷ δευτέρῳ βιβλίῳ προείρηκα. ὁ δὲ μηδὲν ἀποκρινόμενος μάντις πᾶσαν ἐγχείρησιν καὶ πᾶσαν ὁρμὴν ὑπερτίθεται ἔστι γὰρ παρά γε τοῖς σοφοῖς καὶ ἡ σιγὴ ἀπόκρισις, ἀλλʼ ἀπαγορευτική.