Ancient Greek
Book 3
Artemidorus, Onirocriticon 3.21
Not analysed yet
εἰ δέ τις ὑπολάβοι μάντις γεγονέναι καὶ εὐδοκιμεῖν ἐν τῷ προαγορεύειν, πολλῶν ἔμπειρος ἔσται πραγμάτων καὶ φροντίδας ἀναδέξεται τοῦτο μὲν ἰδίας τοῦτο δὲ καὶ ἀλλοτρίας· καὶ γὰρ τῷ μάντει μέλει καὶ τῶν οὐδὲν αὐτῷ προσηκόντων κακῶν, ἅ ἂν οἱ μαντευόμενοι φέρωσι. φέρει δὲ καὶ ἀποδημίας πολλάκις καὶ κινήσεις τῷ ἰδόντι ὁ ὄνειρος διὰ τὸ τοὺς μάντεις περινοστεῖν. καὶ τοῖς πένησιν εὐπορίαν· πολλοὶ γὰρ δέονται τοῦ μάντεως καὶ τῶν πλουσίων.