Ancient Greek · ~4 min
Book 3
Artemidorus, Onirocriticon 3.22
Not analysed yet
Νοσεῖν μόνοις τοῖς ἐν δεσμοῖς ἢ μεγάλῃ ἀνάγκῃ οὖσιν ἀγαθὸν διὰ τὸ τὴν νόσον λύειν τοὺς ὄγκους. τοῖς δὲ ἄλλοις μεγάλην ἀπραξίαν προαγορεύει· ἄπρακτοι γὰρ οἱ νοσοῦντες. καὶ τῶν ἐπιτηδείων ἔνδειαν· καὶ γὰρ ἐνδεεῖς τῷ σώματι ὧν μὰλιστα χρὴ οἱ νοσοῦντες γίνονται. καὶ πρὸς τὰς ἀποδημίας ἐμποδὼν ἵσταται· δυσκίνητοι γὰρ οἱ νοσοῦντες. καὶ τὰς ἐπιθυμίας οὐκ ἐᾷ τελεσθῆναι οὐδὲ γὰρ τὰς ὀρέξεις διὰ τὸ ἐπικίνδυνον ἀναπληροῦσι τῷ νοσοῦντι οἱ ἰατροί. νοσοῦντα δὲ εἴ τις ἐπισκέπτοιτο, εἰ μὲν γνώριμον, τὰ αὐτὰ τῷ νοσοῦντι σημαίνει εἰ δὲ ἀγνῶτα, αὐτῷ τῷ ἰδόντι οὐδὲν γὰρ διαφέρει αὐτὸν νοσεῖν ἢ ἄλλον ἀγνῶτα νοσοῦντα ἰδεῖν· εἰκόνας γὰρ τῶν ἀποβησομένων τοῖς ὁρῶσι πραγμάτων τοὺς πλησίον εἶναί φαμεν, ὅταν γε ἀγνοῶνται. ἐτήρησα δὲ καὶ τὸ τοιοῦτο. ὅσα μὲν αὐτίκα ἀποβησόμενα καὶ μᾶλλον ἢ σφοδρότερον ἡ ψυχὴ βούλεται σημῆναι ἀγαθὰ ἢ κακά, ταῦτα περὶ αὐτὸν τὸν ὁρῶντα παράγει· ὅσα δὲ βράδιον ἢ ἧττον ἢ ἀτονώτερον, ταῦτα διʼ ἀλλοτρίου σώματος δείκνυσιν ἡ ψυχὴ τῷ ὁρῶντι.