Ancient Greek
3.24 to 3.25
Artemidorus, Onirocriticon 3.24-25
Not analysed yet
Ἐπ᾿ἀριστερὰ περιβεβλῆσθαι ἢ ὅπως ποτὲ γελοίως καὶ μὴ κοσμίως πᾶσι πονηρόν καὶ πρὸς ταῖς ἀπραξίαις διασυρμὸν καὶ καταγέλωτα ὑπομεῖναι σημαίνει. μόνοις δὲ γελωτοποιοῖς ἀγαθὸν ἂν εἴη διὰ τὸ ἔθος. Ἐπʼ ἀριστερὰ γράφειν σημαίνει πανούργως τι πρᾶξαι καὶ ἀπάτῃ καὶ μεθόδῳ χρησάμενον ὑπελθεῖν τινα καὶ ἀδικῆσαι, πολλάκις δὲ καὶ μοιχὸν γενόμενον νόθους παῖδας λάθρᾳ ποιῆσαι. οἶδα δέ τινα, ὃς ἐπὶ τούτῳ τῷ ὀνείρῳ ποιητὴς ἐγένετο γελοίων ἀσμάτων.