Ancient Greek
Book 3
Artemidorus, Onirocriticon 3.26
Not analysed yet
Μητρυιὰν ἰδεῖν οὔτε ζῶσαν οὔτε τεθνεῶσαν ἀγαθόν. καὶ εἰ μὲν χαλεπαίνοι ἢ ὀργίζοιτο ἢ βλάπτοι τὸν ὁρῶντα τὸ ὄναρ, ἐπιτείνε τὰ δεινά εἰ δὲ μετρίως προσφέροιτο, ἥττονα ποιεῖ τὰ δεινά. χαριζομένη δέ τι τῷ ἰδόντι καὶ λόγοις καὶ ἔργοις ψευδεῖς τὰς ἐλπίδας φησὶν εἶναι οὐ γὰρ ἀπὸ γνώμης οὐδὲ κατὰ προαίρεσιν φιλήσειεν ἄν ποτε μητρυιὰ πρόγονον. ὁ δὲ πατρωὸς τὰ αὐτὰ τῇ μητρυιᾷ σημαίνει, ἥττονα δὲ τῇ δυνάμει. πολλάκις δὲ καὶ ὁ πατρωὸς καὶ ἡ μητρυιὰ ξενιτείας καὶ ἀποδημίας γίνονται σύμβολα· ἐοίκασι γὰρ πατὴρ μὲν καὶ μήτηρ τῇ οἰκείᾳ, πατρωὸς δὲ καὶ μητρυιὰ τῇ ξένῃ.