Ancient Greek · ~5 min
Book 3
Artemidorus, Onirocriticon 3.28
Not analysed yet
Μῦς οἰκέτην σημαίνει· συνοικεῖ γὰρ καὶ ἀπὸ τῶν αὐτῶν τρέφεται καὶ ἔστι δειλός. ἀγαθὸν οὖν καὶ πολλοὺς ἔνδον ἰδεῖν μύας καὶ τούτους ἱλαροὺς καὶ παίζοντας· πολλὴν γὰρ εὐφροσύνην προσημαίνουσι καὶ οἰκετῶν ἐπίκτησιν. εἰ δέ τι ποικιλώτερον περὶ τοὺς μύας βλέποι τις, ἔξεστι μεταφέρειν τὰς κρίσεις ἀπὸ τῶν παρὰ Μελάμποδι ἐν τῷ περὶ τεράτων καὶ σημείων γεγραμμένων, οὐδὲν διαφέρειν ἡγουμένους τὰ μεθʼ ἡμέραν γινόμενα τῶν ὄναρ δοκούντων γίνεσθαι· τῆς γὰρ αὐτῆς τετύχηκε προρρήσεως, ὡς πολλάκις ἡμῖν ἔδοξε διὰ πείρας. διὰ μακροῦ δὲ τὸν τόπον τοῦτον ἐξείργασται ἐν τῷ δευτέρῳ τῆς ἑαυτοῦ συντάξεως Ἀπολλώνιος ὁ Ἀτταλεύς. ἐμοὶ δὲ νῦν πρόκειται τὰ σημαινόμενα δεικνύειν ἑκάστου τῶν παραλελειμμένων ἐν τῇ ἐμῇ πραγματείᾳ. διὸ καὶ τρίτον τοῦτο τὸ βιβλίον οὐχ ὡς συνημμένον τοῖς δυσὶν ἀλλʼ ὡς ἀπολελυμένον ἐποίησα. ὅθεν καὶ τῆς ἐπιγραφῆς εἰκότως τεύξεται οὐχὶ τρίτον ἐκείνων ἀλλὰ κατʼ ἰδίαν Φιλάληθες ἢ Ἐνόδιον. Γαλῆ δὲ γυναῖκα σημαίνει πανοῦργον καὶ κακότροπον καὶ δίκην· ἔστι γὰρ ἰσόψηφος δίκη καὶ γαλῆ. . καὶ θάνατον ὅ τι γὰρ ἂν λάβῃ, τοῦτο σήπει. καὶ ἐργασίας καὶ ὠφελείας· καλεῖται γὰρ πρός τινων κερδώ. τὴν δὲ διαφορὰν ἔξεστιλαμβάνειν τούτων ἀπὸ τοῦ βλέπεσθαι προσιοῦσαν ἀπιοῦσαν ἢ πάσχουσάν τι ἢ δρῶσαν ἡδὺ ἢ ἀηδές.