Ancient Greek
Book 3
Artemidorus, Onirocriticon 3.27
Not analysed yet
Πρόγονοι ὁρώμενοι, λέγω δὲ συγγενεῖς τοὺς πρὸ τῶν γονέων γεγονότας, φροντίδας σημαίνουσι παλαιῶν ἕνεκεν πραγμάτων. καὶ εἰ μέν τι ἀγαθὸν ἢ ἡδὺ ἤ κεχαρισμένον πράττοιεν λέγοιεν, εἰς ἀγαθὸν αἱ φροντίδες τελευτήσουσιν· εἰ δὲ μή, τοὐναντίον. Ἐπίμονοι οἱ μὲν ἔτι νήπιοι καὶ βραχεῖς φροντίδων εἰσὶ σημαντικοί (περὶ ὧν ἀκριβέστερον ἐν τῷ πρώτῳ βιβλίῳ ἐν τῷ περὶ γενέσεως παίδων εἴρηκα κεφαλαίῳ), οἱ δὲ ἤδη τέλειοι βοηθείας καὶ συλλήψεως εἰσι σημαντικοί.