Ancient Greek
Book 3
Artemidorus, Onirocriticon 3.31
Not analysed yet
Εἰκὼν τέκνα σημαίνει καὶ τὴν προαίρεσιν καὶ τὴν γνώμην τοῦ ἰδόντος· τέκνα μὲν διὰ τὴν ὁμοιότητα, γνώμην δὲ καὶ προαίρεσιν διὰ τὸ ἐπαγάλλεσθαι πάντας εἰκόσιν. ἡ δὲ ἐξ ὕλης στερεᾶς καὶ ἀσήπτου γεγενημένη ἀμείνων ἐστὶ τῶν γραπτῶν καὶ κηρίνων καὶ πηλίνων καὶ τῶν ἄλλων τῶν ὁμοίων. ὅ τι δʼ ἂν πάθωσιν αἱ εἰκόνες, τοῦτο πείσονται καὶ οἱ παῖδες τοῦ ἰδόντος καὶ αἱ ὁρμαὶ τῶν πράξεων. πολλάκις δὲ καὶ εἰς γονεῖς καὶ εἰς ἀδελφοὺς καὶ εἰς ἄλλους ὁμωνύμους ἀποβαίνει τὸ ὄναρ.