Ancient Greek
Book 3
Artemidorus, Onirocriticon 3.32
Not analysed yet
Μαῖα ὁρωμένη τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ τὰ ἀπόρρητα καὶ κεκρυμμένα ἐρευνᾶν καὶ βλάβας σημαίνει καὶ τοῖς νοσοῦσι θάνατον ἐξάγει γὰρ τοῦ περιέχοντος ἀεὶ τὸ περιεχόμενον καὶ δίδωσι τῇ γῇ. τοὺς δὲ βία ὑπό τινος κατεχομένους ἀπαλλάσσει· καὶ γὰρ τὸ περιεχόμενον τοῦ περέχοντος ἀπαλλάσσει σῶμα καὶ οὕτω κουφότερον ποιεῖ. πολλάκις δὲ ὁρωμένη μαῖα γυναικὶ μὴ ἐχούσῃ ἐν γαστρὶ νόσον προαγορεύει, ἐν γαστρὶ δὲ ἐχούσῃ οὐδὲν ἐπίσημον διὰ τὴν περὶ τὸν τοκετὸν ἐλπίδα.