Ancient Greek
3.43 to 3.44
Artemidorus, Onirocriticon 3.43-44
Not analysed yet
Φοβεῖαθαι οὐδενὶ ἀγαθόν, ἐπειδὴ ὁ φοβούμενος ἀντέχειν μὲν πρὸς οὐδὲ ἓν δύναται, καταπροδοὺς δὲ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα πρὸς πάντα ἐπιτηδειότερον ἑαυτὸν παρέχει, ὥστε θᾶττον παθεῖν ὃ ἄν μάλιστα φοβῆται. Ἐπιστολὴν εἰ μέν τις ἴδοι καὶ τὰ ἐν αὐτῇ γεγραμμένα, εἰς τοῦτο ἀποβαίνει, ὅ τι ἂν τὰ γεγραμμένα εἴπῃ· εἰ δὲ μή, πάντως ἐστὶν ἀγαθή ἴδιον γὰρ πάσης ἐπιστολῆς τὸ χαῖρε᾿ καὶ ῾ἔρρωσοʼ λέγειν.