Ancient Greek
Book 3
Artemidorus, Onirocriticon 3.45
Not analysed yet
Κήλη ζημίας ἐστὶ σημαντικὴ τοῦτο μὲν διὰ τὸ ἰσόψηφον τοῦτο δὲ ὅτι καὶ πάντα ὅσα ἐπιφύεται τῷ σώματι μήτε κάλλος μήτʼ ἰσχὺν προστιθέντα ἀλλὰ καὶ τῆς οὔσης εὐπρεπείας παραιρούμενα τὸ σῶμα βλάβης καὶ φροντίδος ἐστὶ σημαντικά. ἐπειδὴ δὲ πάθος ἐστὶν ἡ κήλη, καὶ τοῦτο περὶ τὰ αἰδοῖα, οὐδὲν ἧττον καὶ τὴν ἐπὶ τούτοις λύπην σημαίνει καὶ ἀνίαν περὶ ὧν ἀκριβέστερον ἐν τῷ πρώτῳ βιβλίῳ ἐν τῷ περὶ σώματος λόγῳ εἴρηκα.