Ancient Greek · ~3 min
Book 3
Artemidorus, Onirocriticon 3.46
Not analysed yet
Ὅ τι δʼ ἂν ἐκ τοῦ σώματος φυτὸν πεφυκέναι δόξῃ τις, ὡς μὲν ἔνιοι λέγουσι, τεθνήξεται· γῆθεν γὰρ φύεται τὰ φυτά, εἰς γῆν δὲ καὶ τὰ τῶν ἀποθανόντων ἀναλύεται σώματα· ὡς δὲ ἐγώ φημι, τὰς κρίσεις δεῖ ποιεῖσθαι μὴ αὐτὸ μόνον ἀπὸ τῶν φυτῶν ἀλλὰ καὶ ἀπὸ τῶν μερῶν ἐξ ὧν φύεται τὰ φυτά· πολλάκις γὰρ οὐκ αὐτὸς ὁ ἰδὼν ἀπέθανεν ἀλλὰ τὸ δεικνύμενον ὑπὸ τοῦ μέρους, ἐν ᾧ ἦν τὸ φυτόν. ἔστι δέ τις καὶ περὶ αὐτὰ τὰ φυτὰ διαφορά, ὡς ἐνίοτε μὴ θάνατον ποιεῖν ἀλλὰ τομὰς καὶ χειρουργίας. τοῦτο δʼ ἂν συμβαίνοι ἀπὸ τῶν ἑκάστοτε τεμνομένων, οἷον ἀμπέλου καὶ τῶν ὁμοίων. οἶδα γοῦν τινα, ὅς ἔδοξεν ἐκ τῆς κεφαλῆς αὐτοῦ πεφυκέναι ἄμπελον, καὶ αὐτὸ μόνον ἐσταφυλοτομήθη.