Ancient Greek · ~4 min
Book 3
Artemidorus, Onirocriticon 3.53
Not analysed yet
Προσευχὴ καὶ μεταῖται καὶ πάντες ἄνθρωποι προΐκται καὶ οἰκτροὶ καὶ πτωχοὶ λύπην καὶ φροντίδα καὶ τηκεδόνα τῆς ψυχῆς καὶ ἀνδρὶ καὶ γυναικὶ προαγορεύουσι· τοῦτο μέν γὰρ οὐδεὶς ἄπεισιν εἰς προσευχὴν μὴ οὐχὶ φροντίζων, τοῦτο δὲ καὶ οἱ μεταῖται πάνυ εἰδεχθεῖς ὄντες καὶ ἄποροι καὶ μηδὲν ἔχοντες ὑγιές ἐμποδὼν ἵστανται πάσῃ προαιρέσει. ἔστι δέ τοῦτο καθόλου καὶ ἐπὶ πάντων ἄπταιστον· οἱ ἀγνοούμενοι ἄνθρωποι εἰκόνες εἰσὶ τῶν ἀποβησομένων ἑκάστῳ πραγμάτων, οἱ δέ μεταῖται ὁμοίας καὶ αὐτοὶ τὰς περὶ αὐτοὺς φαντασίας καὶ τὰς πράξεις τοῖς ὁρῶσιν ἔσεσθαι σημαίνουσι. λαβόντες δέ τι νόμισμα βλάβην μεγάλην καὶ ἐπικίνδυνον προαγορεύουσι, πολλάκις δὲ καὶ θάνατον αὐτῷ τῷ ἐπιδιδόντι τινι τῶν περὶ αὐτόν ἐοίκασι γὰρ θανάτῳ, ἐπειδὴ μόνοι ἀνθρώπων ὥσπερ ὁ θάνατος οὐδὲν λαβόντες ἀποδιδόασι. μεταῖται δὲ εἰς οἰκίαν εἰσερχόμενοι τῆς οἰκίας ἀμφισβητῆσαί τινι σημαίνουσι, καὶ ἐάν τι λάβωσιν ἢ αὐτοὶ βίᾳ χρησάμενοι ἢ παρέχοντός τινος, βλάβην ὑπερβάλλουσάν τινα σημαίνουσι. τὸ δʼ αὐτὸ καὶ εἰς χωρίον εἰσιόντες σημαίνουσι.