Ancient Greek
Book 3
Artemidorus, Onirocriticon 3.54
Not analysed yet
Κλεὶς ὄναρ ὁρωμένη γῆμαι μέν προῃρημένῳ πιστὴν καὶ οἰκουρὸν ἔσεσθαι τὴν γυναῖκα σημαίνει καὶ τῷ θεράπαιναν ὠνήσασθαι βουλομένῳ εὔνουν ἔσεσθαι τὴν θεράπαιναν προαγορεύει. ἀποδημεῖν δὲ κωλύει ἀποκλεισμοῦ καὶ κατοχῆς οὖσα σημαντική· οὐ γὰρ ἐπὶ τῷ ἀνοίγεσθαι ἀλλ᾿ ἐπὶ τῷ κλείεσθαι τὰς θύρας γέγονεν ἡ κλείς, ἐπεὶ οὐκ ἂν ἔδει κλειδὸς οὐδέ θυρῶν. νυνὶ δὲ ἐπειδὰν μὴ παρῇ ὁ φυλάξων, τότε τῆς κλειδὸς ἡ χρεία γίνεται καὶ κεκλῃμένων τῶν θυρῶν. εἰκότως οὖν ἐμποδὼν γίνεται τοῖς ἀποδημεῖν βουλομένοις. τοῖς δʼ ἐπιστατεύειν θέλουσι καὶ διέπειν τὰ ἀλλότρια πίστεώς ἐστι σημαντική.