Ancient Greek
Book 3
Artemidorus, Onirocriticon 3.56
Not analysed yet
Μάγειρος ὁ μὲν κατ᾿ οἶκον ἀγαθὸς ὁρώ μενος τοῖς γῆμαι προῃρημένοις· δεῖ γὰρ ἐν γάμοις μαγείρου. καὶ τοῖς πένησιν· οἱ γὰρ ἐκτενεῖς τροφὰς ἔχοντες, οὗτοι μαγείρῳ χρῶνται. τοῖς δέ νοσοῦσι παροξυσμοὺς σημαίνει καὶ φλεγμονὰς καὶ ποικίλην δυσκρασίαν, ἀφʼ ὧν χυμοὶ γίγνονται δριμεῖς, ὥς φασιν οἱ περὶ ταῦτα δεινοί τέλος δὲ καὶ δάκρυα διὰ τὸν ὑπὸ τοῦ μαγείρου γινόμενον καπνόν. καὶ τὰ κρυπτὰ ἐλέγχει καὶ τὰ λάθρα γινόμενα εἰς μέσον ἄγει, ἐπειδὴ τὰ ἔργα τοῦ μαγείρου εἰς μέσον κομισθέντα παρατίθεται τοῖς εὐωχουμένοις καὶ φαίνεται οἷά ἐστιν. Οἱ δὲ ἐν ἀγορᾷ μάγειροι οἱ τὰ κρέα κατακόπτοντες καὶ πιπράσκοντες κινδύνων εἰσὶ σημαντικοί . καὶ τοὺς νοσοῦντας τάχιον ἀναιροῦσιν, ἐπειδὴ νεκρῶν ἅπτονται σωμάτων καὶ ταῦτα οὐχ ὁλόκληρα οὐδέ ὑγιᾶ ἐῶσιν ἀλλὰ κατακόπτουσι. πλουσίοις δὲ καὶ βλάβης πρὸς τοῖς κινδύνοις εἰσὶ σημαντικοὶ διὰ τὸ τῷ δήμῳ διανέμειν τὸν τοιοῦτον μάγειρον τὰ κρέα. τοῦτο καὶ τοῖς φοβουμένοις στερρότερον ἐπάγει τὸν φόβον. δάνεια δέ καὶ δεσμὰ διαλύει διὰ τὸ διαιρεῖν καὶ διακόπτειν.