Ancient Greek
Book 3
Artemidorus, Onirocriticon 3.57
Not analysed yet
Πανδοκεὺς τοῖς μὲν νοσοῦσι θάνατον σημαίνει· ἔοικε γὰρ θανάτῳ διὰ τὸ πάντας δέχεσθαι· τοῖς δὲ λοιποῖς πᾶσι θλίψεις καὶ στενοχωρίας καὶ κινήσεις καὶ ἀποδημίας προαγορεύει. καὶ ὁ λόγος φανερός· τί γὰρ δεῖ τὰ οὕτω σαφῆ ἑρμηνεύειν; τὰ δέ αὐτὰ τῷ πανδοκεῖ καὶ τὸ πανδοκεῖον σημαίνει.