Ancient Greek
Book 3
Artemidorus, Onirocriticon 3.59
Not analysed yet
Λευκέα τοῖς μὲν φοβουμένοις ἐστὶ πονηρά· στερρότερον γὰρ καὶ φορτικώτερον ἐπάγει τὸν φόβον καὶ τοῖς δούλοις βασάνους καὶ θλίψεις προαγορεύει καὶ ἐλευθέρων τοῖς πένησι πλὴν τῶν ἐχόντων ἐξ αὐτῆς ἢ διʼ αὐτῆς τὴν ἐργασίαν. καὶ γὰρ κόπτεται καὶ καταπλέκεται· τοῖς δὲ ἐν τρυφῇ διάγουσι θλίψεις καὶ στενοχωρίας σημαίνει καὶ τοὺς ἀποδήμους ἐπανάγει, μάλιστά γε ὅταν διαπόντιοι ὦσι· καὶ γὰρ αὐτὴ διαπόντιος κομίζεται. λίνον δὲ πρὸς γάμον καὶ κοινωνίαν ἀγαθὸν διὰ τὴν πλοκὴν καὶ πρὸς τὰ ἐλπιζόμενα διὰ τὴν ἐξ αὐτοῦ γινομένην ἀρκυοστασίαν καὶ τὰς νεφέλας καὶ τὰ ὅμοια, οἷς οἱ ἄνθρωποι τὰ ἄπωθεν καὶ μακρὰν θηρῶσι. πρὸς δὲ τὰ λοιπὰ τὰ αὐτὰ μὲν τῇ λευκέᾳ σημαίνει, ἥττονα δὲ τῇ δυνάμει. κάνναβις δὲ ὑπερεπιτείνει τὰ σημαινόμενα ὑπὸ τῆς λευκέας καὶ τοῦ λίνου καὶ βασάνους ὑπερβαλλούσας τινὰς σημαίνει καὶ δεσμὰ εὔτονα λυθεῖσα μέντοι πάντων ἀπαλλάσσει . εἰδέναι δὲ χρὴ ὅτι ἕκαστον τούτων τοῖς ἐμπορευομένοις καὶ τοῖς πιπράσκουσι καὶ τοῖς ἐξ αὐτῶν ἢ διʼ αὐτῶν ἐργαζομένοις οὐδέν ἀποτρόπαιον προαγορεύει.