Ancient Greek
Book 3
Artemidorus, Onirocriticon 3.60
Not analysed yet
Φυλάττεσθαι ὑπό τινος κατεχόμενον βίᾳ ἐμποδισμοὺς τῶν χρειῶν καὶ κατοχὰς καὶ παρολκὰς ἐν ταῖς προθεσμίαις καί ἐπίτασιν ἐν ταῖς νόσοις προαγορεύει, τοῖς δέ ἐσχάτως ἔχουσι σωτηρίαν· φυλακὴν μὲν γὰρ καὶ παρατήρησιν καὶ μονὴν τῶν ὄντων τὴν ζωὴν καλοῦμεν, τὸ δʼ ἐναντίον τούτοις λύσιν καὶ ἀπώλειαν, τοῦτʼ ἔστι τὸν θάνατον. εἰς δὲ τὸ δεσμωτήριον καὶ τὴν εἱρκτὴν εἰσελθεῖν ἑκόντα βία πρός τινων εἰσαχθῆναι νόσον ἰσχυρὰν ἢ λύπην μεγάλην προαγορεύει. δήμιοι δὲ καὶ δεσμοφύλακες κατοχῆς καὶ λύπης εἰσὶ σημαντικοί. κακούργους δὲ δεσμεύουσι καὶ τὰ κρυπτὰ ἐλέγχουσι· τοῖς γὰρ ἐληλεγμέ- νοις καὶ καταφώροις γεγονόσι προσίασι.