Ancient Greek
Book 3
Artemidorus, Onirocriticon 3.64
Not analysed yet
Ἀσπάλαξ ἄνθρωπον τυφλὸν ἀπὸ τοῦ συμβεβηκότος σημαίνει καὶ ματαιοπονίαν διὰ τὸν μάταιον τοῦ ζῷου πόνον. καὶ τὸν ἀποκρύπτεσθαι βουλόμενον σημαίνει ὑφʼ ἑαυτοῦ ἐλεγχθῆναι· καὶ γὰρ ὁ ἀσπάλαξ ὑπὸ τῶν ἰδίων ἐλεγχόμενος ἔργων συλλαμβάνεται.