Ancient Greek
Book 3
Artemidorus, Onirocriticon 3.65
Not analysed yet
Γλαὺξ ἐλεὸς βύας αἰγωλιὸς σκὼψ νυκτικόραξ καὶ προσέτι νυκτερὶς καὶ εἴ τι ἄλλο νυκτερινὸν ὄρνεον πρὸς μὲν τὰς πράξεις πάντα ἐστὶν ἄπρακτα, πρὸς δὲ τοὺς φόβους ἄφοβα, ὅτι μήτε θηρεύει ἐν ἡμέρᾳ μήτε σαρκοφαγεῖ τὰ νυκτερινὰ ὄρνεα. μόνη δέ νυκτερὶς γυναιξὶν ἐγκύμοσίν ἐστιν ἀγαθή οὐ γὰρ ᾠοτοκεῖ, ὥσπερ οἱ ἄλλοι ὄρνιθες, ἀλλὰ ζῳοτοκεῖ καὶ γάλα ἐν μαζοῖς ἔχει καὶ τοὺς ἰδίους ἐκτρέφει νεοττούς. ὅ τι δʼ ἂν τούτων τῶν ὀρνέων τις ἴδῃ πλέων ὁδεύων, χειμῶνι μεγάλῳ ἢ λῃσταῖς περιπεσεῖται. εἰσοικιζόμενα δὲ εἰς οἰκίαν ταῦτα ἔρημον ἔσεσθαι τὴν οἰκίαν μαντεύεται.