Ancient Greek
Book 3
Artemidorus, Onirocriticon 3.7
Not analysed yet
Φθεῖρας ὀλίγους ἔχειν καὶ εὑρίσκειν ἐν τῷ σώματι ἢ ἐν τοῖς ἱματίοις καὶ τούτους ἀναιρεῖν ἀγαθόν· πάσης γὰρ λύπης καὶ φροντίδος ὑπερβαλλούσης ἀπαλλαγῆναι προαγορεύει τὸ ὄναρ· πολλοὺς δὲ καὶ ὑπερβάλλοντας πλήθει πονηρὸν καὶ σημαῖνον νόσον μακρὰν ἢ δεσμὰ πολλήν γε ἀπορίαν· ἐν γὰρ τοῖς τοιούτοις πληθύνουσι καὶ οἱ φθεῖρες. καὶ εἰ μέν τις ἀποβάλλοι καὶ ἀποκαθαίροι πάντας, ἐλπὶς αὐτῷ τούτων ἀπαλλαγῆναι· εἰ δέ τις ἔχων αὐτοὺς διυπνισθείη, οὐκ ἄν ποτε σωθείη. Ἕλμινθας ἀποκρίνειν διὰ τῆς ἕδρας ἢ διὰ τοῦ στόματος. ὑπὸ οἰκείων ἀνθρώπων καὶ συνοικούντων καὶ ὡς ἐπὶ τὸ πλεῖστον τραπέζῃ τῇ αὐτῇ χρωμένων ἀδικούμενον μαθεῖν σημαίνει καὶ ἀπώσασθαι τοὺς ἀδικοῦντας κατὰ ἄλλον τρόπον στερηθῆναιαὐτῶν ἐνοικοῦσι μὲν γὰρ τῷ σώματι οἱ ἕλμινθες, ἀλλʼ οὐδὲν ἧττον αὐτὸ τὸ σῶμα λυμαίνονται. ἐπειδὰν δὲ ἀποκριθῶσιν, ἀποβληθῆναι τοὺς τοιούτους ἀνθρώπους σημαίνουσι.