Ancient Greek · ~2 min
Book 3
Artemidorus, Onirocriticon 3.8
Not analysed yet
Κόρεις δυσθυμιῶν καὶ φροντίδων εἰσὶ σημαντικοί· ἐπίσης γὰρ ταῖς φροντίσι καὶ οὗτοι ἀύπνους ποιοῦσι· καὶ προσέτι πρός τινας τῶν οἰκείων, ὡς δὲ ἐπὶ τὸ πλεῖστον πρὸς γυναῖκας ἀηδίας καὶ δυσαρεστήσεις φέρουσι. Κώνωπες καὶ αἱ λεγόμεναι ἐμπίδες καὶ εἴ τι ἄλλο ὅμοιον ἀνθρώπους ἐπιφοιτῆσαι τῷ ἰδόντι σημαίνουσι πονηρούς, βλάβην ἐνδεικνυμένους καὶ προσέτι καταβοῶντας. καπήλοις δὲ καὶ οἰνεμπόροις εἰς ὄξος μεταβαλεῖν τὸν| οἶνον προαγορεύουσι· χαίρουσι γὰρ ὄξει.