Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.13
Not analysed yet
Ὀχήματα ὅσα νενόμισται, οἷον ἵππων ὄνων ἡμόνων, οἷς μέν ἀγαθὰ οἷς δέ κακὰ σημαίνει· δείξομέν δὲ ὅταν εἰς τὸν περὶ ζῴων ἔλθωμεν λόγον ὅσα δέ μὴ νενόμισται, οἷον λύκων παρδάλεων ὑαινῶν καὶ τῶν ἄλλων θηρίων, μόνοις ἀγαθὰ τοῖς φοβουμένοις ἐχθρούς δυνατούς διὰ τὸ ὑποτετάχθαι τῷ ήνιόχῳ τὰ ὑπεζευγμένα. ἐπʼ ἀνθρώπων δέ ὀχεῖσθαι μόνοις ἀγαθὸν τοῖς ἄρχειν θέλουσι καὶ σοφισταῖς καὶ διδασκάλοις καὶ παιδοτρίβαις καὶ ἀνδραποδισταῖς, τούς δέ λοιπούς εἰς περιβοησίας καὶ ὄλεθρον κατάγει.