Ancient Greek · ~2 min
Book 4
Artemidorus, Onirocriticon 4.12
Not analysed yet
Ὅσα δέ στερεά, οἷον τείχη καὶ θεμέλιοι καὶ δένδραπαλαιὰ καὶ τὰ σιδηρᾶ καὶ τὰ ἀδαμάντινα, φοβουμένοις ἀγαθά, ὅταν ἐμπεριέχηταί τις ὑπʼ αὐτῶν διὰ γὰρ τὸ ἀσφαλὲς ἄφοβα γίνεται εἰ δὲ μή, τὸ διαφεύγειν σημαίνει. Ὅσα μαλακὰ καὶ εὔτονα, ἀγαθὰ ἐπίσης πᾶσιν. Ὅσα μαλακὰ καὶ ἄτονα, τοῖς φοβουμένοις ἀγαθά. Ὅαα βαρέα, κατοχῆς ἐστι σημαντικὰ καὶ πενίας· ταχέως γὰρ εἰς τὸ κάτω ῥέπει.