Ancient Greek · ~2 min
Book 4
Artemidorus, Onirocriticon 4.15
Not analysed yet
Πωλεῖσθαι ἀγαθὸν τοῖς τὰ παρόντα ἀλλάξαι βουλομένοις, οἷον δούλοις καὶ πένησι· κακὸν δέ εὐπόροις καὶ πεπιστευμένοις. πολλοὶ δὲ καὶ ἐπράθησαν. τὸ δέ πεπρᾶσθαι τοῦ πωλεῖσθαι ταύτῃ διαφέρει, ᾖ τὸ μὲν πεπρᾶσθαι πάντη καὶ πάντως ἀποβαίνει, τὸ δέ πωλεῖσθαι ἔστιν ὅτε καὶ οὐκ ἀποβαίνει· ἐνδέχεται γὰρ τὸ ἔτι πωλούμενον μὴ πραθῆναι. οὕτω δέ καὶ ἐπὶ τῶν ἄλλων πάντων ὀνείρων τὰ γεγονότα πάντως ἀποβαίνει, τὰ δὲ γινόμενα ἤτοι ἀποβαίνει οὔ.