Ancient Greek
4.16 to 4.18
Artemidorus, Onirocriticon 4.16-18
Not analysed yet
Ἀγοράζειν ἀγαθὸν πάντα ,ὅσα γε ἀγοράζουσιν ἄνθρωποι εἰ μὴ κειμήλια· τὰ δέ πρὸς τροφὴν πένησιν ἐπιτηδειότερα· τοῖς γὰρ εὐπόροις ἀναλώματα σημαίνει. Ἐπικτθσθαι καὶ πολυτελεστέραν καὶ ἐγκατάσκευον ἔχειν οὐσίαν, τῆς γε οὔσης πολυτελεστέραν καὶ μετρίως ἀμείνονα, καλόν, παντελῶς δέ ὑπέρ δύναμιν πλουτεῖν ἄτοπον καὶ ζημίας ἐστὶ σημεῖον· χρὴ γὰρ τὸν πλουτοῦντα ἀναλοῦν, καὶ ἐπιβουλῆς μετέχειν καὶ φθόνου. τὸ δὲ παρὰ δύναμιν πρὸς τὴν ἑκάστου ὑπόστασιν σκόπει. Πένεσθαι οὐδενὶ συμφέρει, μόλιστα ῥήτορσι καὶ πᾶσι φιλολόγοις· ἀπορεῖσθαι γὰρ ἐπίσης τὸ πένεσθαι καὶ τὸ μὴ δύνασθαι φθέγγεσθαί φαμεν.