Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.30
Not analysed yet
Πάντα τὰ περιεκτικὰ ἡμῶν αὐτῶν τὸν αὐτὸν ἔχει λόγον, ἱμάτιον οἰκία τεῖχος ναῦς καὶ τὰ ὅμοια. οἷον ξύλινον ἱμάτιον ἔδοξέ τις περιβεβληῆσθαι. ἔτυχε πλέων καὶ ἐβραδυπλόησεν ἦν γὰρ αὐτῷ ξύλινον ἱμάτιον ἡ ναῦς. τὸ ἱμάτιόν τις ἔδοξε μέσον ἐρρωγέναι. συνετρίβη αὐτοῦ ἡ οἰκία τὸ γὰρ περιέχον αὐτὸν ἦν οὐχ ὑγιές. τὸν κέραμον τῆς οἰκίας ἔδοξέ τις ἀπολωλέναι. τὰ ἱμάτια ἀπώλεσε τὸ γὰρ σκέπον αὐτὸν οὐκέτι ἦν. τὸ τεῖχος ἔδοξέ τις διαρραγῆναι. ναύκληρος ἦν καὶ τὰ ἀμφιμήτρια τῆς νεὼς ἔπεσε. πάντα δὲ ταῦτα καὶ πρὸς τὸ σῶμα τὴν ἀναφορὰν ἔχει. ὁ γοῦν δόξας τὸ ἱμάτιον ἐρρωγὸς ἰδεῖν εἰκότως ἐτρώθη κατ᾿ ἐκεῖνο τὸ μέρος, καθʼ ὃ καὶ περιβληθέντος τοῦ ἱματίου ἡ ῥαγὰς ἦν· ὥσπερ γὰρ αὐτῷ τὸ ἱμάτιον, οὕτω καὶ τῇ ψυχῇ αὐτοῦ τὸ σῶμα περιέκειτο. Ἅμα τοῖς ἄλλοις ἀποτελέσμασιν οἱ δοῦλοι καὶ πρὸς τὸ σῶμα τῶν δεσποτῶν τὴν ἀναφορὰν ἔχουσιν. ὁ γοῦν δόξας τὸν οἰκέτην πυρέσσοντα ἰδεῖν εἰκότως αὐτὸς ἐνόσησεν· ὃν γὰρ ἔχει λόγον ὁ οἰκέτης πρὸς τὸν ὁρῶντα, τὸν αὐτὸν καὶ τὸ σῶμα πρὸς τὴν ψυχήν. ἔδοξέ τις ἵππου ὑποδήματα ὑποδεδέσθαι. ἐστρατεύσατο καὶ ἐγένετο ἱππεύς οὐδὲν γὰρ διέφερεν αὐτὸν τὸν βαστάζοντα ἵππον ὑποδεδέσθαι τὰ ὑποδήματα. Πολλὰ τῶν ἀποβαινόντων καὶ εἰς τοὺς ὁμοίους καὶ εἰς τοὺς ἀφʼ αἵματος καὶ εἰς τοὺς ὁμωνύμους ἀποβαίνει. οἷον ἔδοξέ τις γυνὴ ἄνδρα ἔχουσα ἄλλῳ γαμεῖσθαι. οὔτε δὲ ὁ ἀνὴρ ἐνόσει αὐτῆς, ἵνα αὐτὸν κατορύξασα δυνηθῇ ἄλλῳ γαμηθῆναι, οὔτε εἶχέ τι ὃ πωλήσει, ἵν᾿ ὥσπερ γαμουμένη ἄλλῳ συνάλλαγμα ποιήσηται, οὔτʼ ἦν αὐτῇ θυγάτηρ ὡραία γάμων, ἵνα ἐκείνην ἐκδῷ πρὸς γάμον καὶ οὕτω μὴ ἑαυτὴν ἀλλὰ τὴν θυγατέρα ἴδῃ ἄλλῳ γαμουμένην, οὔτε αὐτὴ ἐνόσει, ἵνα ἀποθάνῃ, ἐπειδὴ καὶ γάμος καὶ θάνατος τὸν αὐτὸν ἔχουσι λόγον, ὅτι τὰ παρακολουθοῦντα ἀμφοτέροις ἐστὶν ὅμοια· ἦν δέ αὐτῇ ἀδελφὴ ὁμώνυμος, καὶ ἔτυχε νοσοῦσα καὶ ἀπέθανε. καὶ τὸ αὐτῇ ἂν ἀποβάν, εἰ ἐνόσει, τοῦτο τῇ ἀδελφῇ ὁμωνύμῳ οὔσῃ ἀπέβη.