Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.31
Not analysed yet
Βασιλεὺς καὶ ναὸς καὶ στρατιώτης καὶ ἐπιστολὴ βασιλέως καὶ ἀργύριον καὶ ὅσα ὅμοια τούτοις ὑπʼ ἀλλήλων σημαίνεται. ὁ Στρατόνικος ᾤετο τὸν βασιλέα λακτίζειν. . προελθὼν εὗρε χρυσοῦν νόμισμα, ὃ ἔτυχε πατήσας· οὐδὲν γὰρ διέφερεν ἢ τὸν βασιλέα τὴν εἰκόνα αὐτοῦ λακτίζειν ἢ πατεῖν. ὁ Ζήνων ἔδοξεν ἑκατοντάρχης γεγονέναι, καὶ προελθὼν ἔλαβεν ἑκατὸν βασιλικὰς ἐπιστολάς. Κρατῖνος ὁ ἡμέτερος ὄναρ λαβὼν ἀργύριον εἰσοδιάσθη ναοῦ βασιλικοῦ ἐγένετο. ἐργεπιστάτης δόξας εἶναι Ζωΐλος ταμίας ἐγένετο ἀργυρίου βασιλικοῦ. Ὅ τι ἂν ἐκ τοῦ στόματος δῷ ὁ βασιλεύς, διʼ ἀποφάσεως ὠφελήσει τὸν λαβόντα. Χρύσιππος ὁ Κορίνθιος ἐκ τοῦ στόματος τοῦ βασιλέως δύο λαβὼν ὀδόντας μιᾷ ἡμέρᾳ δυσὶν ἀποφάσεσιν ἐπὶ τοῦ βασιλέως δικαζόμενος ἐνίκησεν.