Ancient Greek · ~2 min
Book 4
Artemidorus, Onirocriticon 4.32
Not analysed yet
Ὁ βίος διχῆ σοι νοείσθω, ποτὲ μὲν ὡς οὐσία καὶ κτήματα ποτὲ δὲ ὡς αὐτὸ τὸ ζῆν. γυνὴ πλουσία κόρακας ἔδοξεν ἐπιστάντας αὐτῇ τρεῖς ἀναιδῶς προσβλέπειν, ἕνα δὲ ἐξ αὐτῶν καὶ φωνὴν ῥήξαντα εἰπεῖν ‘ἐγώ σε ἔκβιον ποιήσω,’ καὶ τρίς τοὺς κόρακας περιελθόντας αὐτὴν ἀποπτῆναι. αὕτη μετὰ ἐννέα ἡμέρας ἀπέθανεν ὀρθῶς καὶ κατὰ λόγον· τὸ γὰρ ‘ἔκβιόν σε ποιήσω’ ὅμοιον ἦν τῷ ‘ἔξω τοῦ βίου ποιήσω, τοῦτʼ ἔστιν ‘ἀποκτενῶ.’ τρὶς δὲ οἱ τρεῖς περιελθόντες τὰς ἐννέα ἐδήλουν ἡμέρας.