Ancient Greek · ~5 min
Book 4
Artemidorus, Onirocriticon 4.42
Not analysed yet
Ἔτι κἀκεῖνο. ἔστι τινὰ τῶν ἐν τοῖς ὀνείροις κόσμου ἕνεκεν θεωρούμενα, ἃ χρὴ καταλείπειν. ὥσπερ γὰρ εἴ τις εἰς οἶκον εἰσίοι, πάντως καὶ τὴν παραστάδα καὶ τὴν φλιὰν καὶ τὸ ὑπέρθυρον βλέπει, ἀλλʼ οὐ διὰ ταῦτα εἴσεισιν, οὕτως οὐκ ἀπὸ τούτων τὴν κρίσιν ποιητέον, ἀλλʼ ἀπʼ αὐτοῦ τοῦ οἴκου. ἔδοξέ τις τὴν ἑαυτοῦ γυναῖκα ἐπὶ πορνείου καθεζομένην ἐν ἱματίοις πορφυροῖς ὁρᾶν,καὶ ἐποιησάμεθα τὴν κρίσιν οὐκ ἀπὸ τῶν ἱματίων οὐδὲ ἀπὸ τῆς καθέδρας οὐδὲ ἀπʼ ἄλλου τινὸς ἀπὸ τοῦ πορνείου μόνου. τελώνης ὁ ἰδὼν ἐγένετο· ἦν γὰρ αὐτῷ ἡ ἐργασία ἄχρωμος, τέχνην δὲ ἢ πραγματείαν τοῦ ἰδόντος τὴν γυναῖκα νομίζομεν εἶναι. ὥσπερ οὖν ἡ φύσις οὐ τοῦ ἀναγκαίου χάριν πάντα μόνου ποιεῖ ἀλλὰ καὶ τοῦ κόσμου, ὡς τὰς ἕλικας ἐν ταῖς ἀμπέλοις, οὕτω καὶ ἡ ψυχὴ πολλὰ ἕνεκεν κόσμου συνθεωρεῖ καὶ πολλάκις ἀπὸ μέρους τὰ ὅλα δείκνυσιν. οἷον ἔδοξέ τις τῆς ἀδελφῆς τὰ ἱμάτια ἔχειν καὶ περικεῖσθαι. ἐκληρονόμησε τὴν ἀδελφήν. Ὅτι τὸ φῶς τοῦ σκότους λυσιτελέστερον τοῖς μὴ λανθάνειν βουλομένοις, ἐντεῦθεν ἂν μάθοις. Μένιππος ὁ Μάγνης παγκρατιαστὴς οὐ πρὸ πολλοῦ τοῦ ἐν Ῥώμῃ ἀγῶνος ἔδοξε παγκρατιάζοντος αὐτοῦ νύκτα γεγονέναι. οὐ μόνον ἐλείφθη τὸν ἐν Ῥώμῃ ἀγῶνα, ἀλλὰ καὶ πληγεὶς τὴν χεῖρα κατέλυσεν.