Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.43
Not analysed yet
Ὅτι οὐκ ἐκφεύγουσι παντελῶς οἱ ὄνειροι τὸν λόγον τῶν ἱστοριῶν, μάθοις ἂν ἐντεῦθεν. γυνὴ ἔδοξε τοὺς τοῦ Ἡρακλέους ἄθλους τετελεκέναι, καὶ οὐκ εἰς μακρὰν ἐμπυρισμῷ περιληφθεῖσα ζῶσα ἐκαύθη. φασὶ γὰρ καὶ τὸν Ἡρακλέα πυρὶ διαφθαρῆναι τὸ σῶμα. ὅτε μέντοι δεῖ προσέχειν ἱστορίαις καὶ ὅτε μή, ἐπὰν κατὰ τοῦτο τοῦ λόγου γένωμαι, διδάξω σε.