Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.48
Not analysed yet
Ὅ τι δʼ ἄν τις ἴδῃ ὅμοιον ἢ συγγενὲς ἢ οἰκεῖον, τοῦτο ἅμα τῷ οἰκείῳ καὶ συγγενεῖ βλεπόμενον ἧττον ἂν εἴη πονηρόν. οἷον ἔδοξέ τις πίθον ἔχων οἴνου μεστὸν ἄμπελον ἐκ τοῦ πίθου πεφυκέναι. ἔστι δὲ καὶ παρὰ Φοίβῳ τῷ ντιοχεῖ ὄνειρος τοιοῦτος. ἔδοξέ τις πίθον ἔχων οἴνου πλέων ἐκ τοῦ πίθου ἐλαίαν πεφυκέναι. καί φησιν ὁ Φοῖβος ὅτι πάντες οἱ πιόντες τοῦ οἴνου ἀπέθανον ἐχίδνης ἐναποθανούσης τῷ οἴνῳ. τῷ δὲ δόξαντι ἐκ τοῦ πίθου ὁμοίως ἄμπελον πεφυκέναι ἦν μὲν καὶ τούτῳ ἐν τῷ πίθῳ ἔχιδνα νεκρὰ καὶ ὁ οἶνος ὁμοίως διέφθαρτο, οὐ μὴν ἔπιόν γέ τινες οὐδὲ ἀπέθανον δόξαν γὰρ αὐτοῖς διυλίσαι πρότερον τὸν οἶνον ὡς αὖθις πιομένοις, μαθόντες τὸ συμβεβηκὸς ἐξέχεαν τὸν οἶνον. ἦν δὲ εἰκὸς τούτους μὴ ἀποθανεῖν · ἐπεὶ γὰρ οἰκεία ἡ ἄμπελος τῷ ἐν τῷ πίθῳ ὑγρῷ, ἧττον ἐγένετο ὁ ὄνειρος πονηρός .