Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.49
Not analysed yet
Πᾶσα ἐπὶ τὸ βέλτιον μεταβολὴ ἀγαθὴ πλουσίοις, καὶ ἐάν τις εἰς θεὸν μεταβάλῃ· δεῖ δὲ μηδὲν ἐνδεὲς ἔχειν. οἷον ἔδοξέ τις Ἥλιος γεγονέναι καὶ διὰ τῆς ἀγορᾶς διέρχεσθαι ἔχων ἀκτῖνας ἕνδεκα· στρατηγὸς ἀπεδείχθη τῆς ἑαυτοῦ πόλεως καὶ μῆνας ἕνδεκα ἐπιζήσας τῇ ἀρχῇ ἀπέθανε διὰ τὸ μὴ τέλειον ἔχειν τῶν ἀκτίνων τὸν ἀριθμόν. πολλὰ δὲ καὶ οἱ τόποι παῤ ἑαυτῶν εἰσφέρουσι ταῖς ἀποβάσεσιν. οἷον ἔδοξέ τις ἐσταυρῶσθαι, σημαίνοντος τοῦ δοκεῖν ἐσταυρῶσθαι δόξαν καὶ εὐπορίαν· δόξαν μὲν διὰ τὸ ὑψηλότατον εἶναι τὸν ἐσταυρωμένον, εὐπορίαν δὲ διὰ τὸ πολλοὺς τρέφειν οἰωνούς. ὁ Μένανδρος ἐν Ἑλλάδι ἔδοξεν ἐσταυρῶσθαι ἔμπροσθεν ἱεροῦ Διὸς Πολιέως, καὶ ἱερεὺς ἀποδειχθεὶς αὐτοῦ ἐκείνου τοῦ θεοῦ λαμπρότερός τε καὶ εὐπορώτερος ἐγένετο.