Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.5
Not analysed yet
Ὅσα πέπλεκται, οὐ μόνον λίνα καὶ δίκτυα καὶ νεφέλαι ἀλλὰ καὶ κανᾶ καὶ σπυρίδες καὶ κανθήλια καὶ κάλαθοι καὶ κεκρύφαλοι καὶ ὅρμοι χρύσεοι καὶ ἁλύσεις πᾶσαι καὶ στέφανοι καὶ ὅσα εἴδη ὅμοια, πρὸς μὲν γάμους καὶ φιλίας καὶ κοινωνίας ἀγαθὰ διὰ τὴν συμπλοκήν, πρὸς δὲ ἀποδημίαν καὶ δρασμὸν καὶ φυγὴν ἐμπόδια διὰ τὰς δέσεις καὶ πρὸς τὰς πράξεις ἄπρακτα χωρὶς τῶν μετὰ δόλου τι πραττόντων καὶ τοῖς φοβουμένοις ἐπίφοβα διὰ τὸ καθ εκτῖκόν.