Ancient Greek
4.6 to 4.7
Artemidorus, Onirocriticon 4.6-7
Not analysed yet
Ὅσοι συναντῶσι καὶ ὅσοι βλέπονται, ἄνδρες τε καὶ γυναῖκες, οἱ μὲν φίλοι τε καὶ εὐεργέται καὶ τὸ ὅλον οἱ μὴ βλάπτοντες ἢ μὴ βλάψαντες, ζῶντές τε καὶ νεκροὶ ἀγαθοί, οἱ δὲ βλάπτοντες ἢ βλάψαντες πονηροί· εἰκόνας γὰρ τῶν πραγμάτων τοὺς ὁρωμένους χρὴ λογίζεσθαι, ἀγαθῶν μὲν τοὺς φίλους, κακῶν δὲ τοὺς ἐχθρούς. Ἃ πάλαι τις ἐκέκτητο χρήματα ἢ κτήματα ἢ οὓς πάλαι εἶχεν ἀνθρώπους ὅτε εὐτύχει, ἢν νῦν ἔχειν ἀπορῶν ἢ πενόμενος δόξῃ, ἀγαθὸν αὐτῷ τῆς γὰρ τότε τύχης ὑποστροφὴν σημαίνει. Ἃ πάλαι τις ἐκέκτητο χρήματα ἢ κτήματα ἢ οὓς πάλαι εἶχεν ἀνθρώπους ὅτε ἦν ἄπορος ἢ πένης εἰ νῦν εὐπορῶν δόξειεν ἔχειν, κακῶν αὐτῷ πολλῶν καὶ πενίας σύμβολον.