Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.52
Not analysed yet
Ὅσοι τῶν στεφάνων ἀγαθόν τι σημαίνουσιν, οὗτοι μὴ περὶ τῇ κεφαλῇ ὄντες ἀλλὰ περί τινι ἄλλῳ μέρει τοῦ σώματος πρὸς τῷ μηδὲν ἀγαθὸν σημαίνειν προσέτι καὶ κακοὶ γίνονται. ὁ Ζωίλος εἰς Ὀλύμπια ἀναγαγὼν παῖδας ἰδίους ἀγωνισομένους τὸν μὲν πάλην τὸν δὲ παγκράτιον ἔδοξεν ἐστεφανῶσθαι τὰ σφυρὰ αὐτῶν ἐλαίᾳ καὶ κοτίνῳ. καὶ σφόδρα μὲν ἦν εὔθυμος ὡς ἱερῶν ὄντων καὶ ἐπινικίων τῶν στεφάνων καὶ Ὀλυμπίασι διδομένων, ἀπέθανον δὲ αὐτῷ οἱ παῖδες πρὸ τοῦ ἀγῶνος· οἱ γὰρ περὶ τοῖς σφυροῖς στέφανοι οὐ πολὺ τῆς γῆς ἀπεῖχον.