Ancient Greek
4.50 to 4.51
Artemidorus, Onirocriticon 4.50-51
Not analysed yet
Ἔτι καὶ τοῦτο. οἱ φίλοι ἅμα τοῖς ἐχθροῖς ἀναστρεφόμενοι καὶ συναγελαζόμενοι τοῖς ἐχθροῖς εἰς ἔχθραν τῷ ἰδόντι καθίστανται. ὁ Φιλῖνος ἔδοξε τῶν ἑταίρων αὐτοῦ τινα ἅμα τοῖς ἐχθροῖς μέλλειν ἀποδημεῖν, καὶ εἰς ἔχθραν κατέστη τῷ ἑταίρῳ διά τινας αἰτίας οὐδὲν προσηκούσας τοῖς ἐχθροῖς. Τὰ ἡμιτελῆ τῶν ἔργων ἀπραξίαν σημαίνει τελείαν καὶ οὐδὲ τὰς ἀρχὰς παρέχει. ὁ Κίλιξ ἀδελφοῦ κλῆρον ἀπὸ τοῦ βασιλέως αἰτῶν ἔδοξε πρόβατον κείρειν μέχρις ἡμισείας, καὶ τοῦ πόκου λαβεῖν τὸ περισσὸν οὐ δυνάμενος διυπνίσθη. καὶ προσδοκία μὲν ἦν αὐτῷ τὸ ἥμισυ τοῦ κλήρου λήψεσθαι, ἔλαβε δὲ οὐδέν.