Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.59.1
Not analysed yet
Ἔτι καὶ τῶν ἀνθρώπων τὰ ἤθη βασάνιζε πρότερον, τοῦτ᾿ ἔστιν ἐπιμελῶς ἀναπυνθάνου καὶ εἰ μὴ παῤ αὐτῶν ἀσφαλὲς εἴη σοι πυνθάνεσθαι, τὸ παρὸν ὑπερθέμενος παῤ ἄλλου πυνθάνου τὰ περὶ αὐτούς, ἵνα μὴ πταίσῃς. οἷον ἔδοξέ τις τὴν ἑαυτοῦ γυναῖκα ἀρρητοποιεῖν. καὶ πάλιν αὖ ἔδοξέ τις ὑπὸ τῆς γυναικὸς ἀρρητοποιεῖσθαι. καὶ πολλῷ χρόνῳ οὐδὲν αὐτοῖς ἀπέβαινε τῶν σημαινομένων ὑπὸ τῆς τοιαύτης ὄψεως, ὅσα γε ἐπὶ τῶν ἄλλων ἀνθρώπων ἀποβαίνειν φιλεῖ. ὡς δὲ οὐκ ἦν φανερὰ ἡ αἰτία, ἐθαύμαζον, καί μοι ἐδόκει ἄλογον εἶναι τὸ μηδὲν αὐτοῖς ἀποβαίνειν· ὕστερον δὲ τῷ χρόνῳ ἔμαθον ὅτι ἦν ἄρα ἀμφοτέροις ἔθος τοῦτο πράσσειν, καὶ μὴ καθαρεύειν τὰ στόματα. διὸ καὶ εἰκότως οὐδὲν αὐτοῖς ἀπέβαινεν, πρὸς ἃ δὲ ἐπτοημένοι ἦσαν, ταῦτα ἔβλεπον. ὑπόδειγμα ἐπὶ τῶν κλέπτειν δοκούντων καὶ φονεύειν καὶ ἱεροσυλεῖν πολλάκις γὰρ αὐτὰ ταῦτα ἐννοοῦσι. καὶ ἤν τις αὐτὰ ὡς αἰνίγματα ἑρμηνεύειν ἐπιχειρῇ, πταίει καὶ ἐξαπατᾶται. περιίστασο δὲ καὶ τοὺς ἡγουμένους ὅτι οἱ ὄνειροι κατὰ γένεσιν τὴν ἑκάστου θεωροῦνται, καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοί· λέγουσι γὰρ ὅτι οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων, ὅταν μὴ δύνωνται ἀγαθόν τι ποιῆσαι, διά γε τῶν ὀνείρων εὐφραίνουσιν, οἱ δὲ κακοποιοὶ τῶν ἀστέρων, ὅταν μὴ δύνωνται κακόν τι ποιῆσαι ,διά γε τῶν ὀνείρων ἐκταράσσουσι καὶ φοβοῦσιν. εἰ γὰρ ἦν τοῦτο ἀληθές, οὐκ ἂν οἱ ὄνειροι ἀπέβαινον· νυνὶ δὲ καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοὶ ἀποβαίνουσι κατὰ τὸν λόγον τὸν ἴδιον ἕκαστος. ἔτι τῶν ὀνείρων τοὺς φιλολογωτέρους οὐδαμῶς οἱ ἰδιῶται τῶν ἀνθρώπων ὁρῶσι (λέγω δὲ τοὺς ἀπαιδεύτους), ἀλλʼ ὅσοι φιλολογοῦσι καὶ ὅσοι μὴ ἀπαίδευτοί εἰσιν. ὅθεν ἄν τις καὶ μάλιστα καταμάθοι ὅτι τῆς ψυχῆς ἔργα εἰσὶν οἱ ὄνειροι καὶ ὅτι οὐχ ὑπό τινος ἔξωθεν γίνονται. τῶν δὲ ἐν τοῖς ὕπνοις λεγομένων ἐπῶν ἰάμβων ἢ ἐπιγραμμάτων ἢ ἄλλων ῥήσεων τὰ μὲν αὐτὰ παρέχει τὴν ἀπόβασιν, ὅσα γε αὐτοτελῆ διάνοιαν περιέχει. οἷον ἔδοξέ τις λέγειν αὐτῷ τινα τῶν ἀξιοπίστων τὸ Ἡσιόδειον ἔπος μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶαʼ ἄτῃσιν. οὗτος ἐπιθέμενος λῃστείαις ἑάλω καὶ ἐκολάσθη. τὰ δὲ ἐπὶ τὴν ὑπόθεσιν τοῦ ποιήματος ἀναπέμπει τὴν κρίσιν, ὅσα μὴ αὐτοτελῆ διάνοιαν περιέχει. οἷον ἔδοξέ τις λέγειν θεράπαιναν τὰ Εὐριπίδεια ἰαμβεῖα ὄπτα, κάταιθε σάρκας, ἐμπλήσθητί μου. αὕτη ζηλοτυπηθεῖσα ὑπὸ τῆς δεσποίνης μυρία ἔπαθε κακά· ἦν γὰρ εἰκὸς τῇ ὑποθέσει τῇ περὶ Ἀνδρομάχην ἀκόλουθα γενέσθαι αὐτῇ τὰ ἀποτελέσματα. πάλιν οὖ ἀνὴρ πένης ἔδοξε λέγειν τοῦτο τὸ ἰαμβεῖον ἅπαντα τἀδόκητα πρῶτον ἦλθʼ ἅπαξ. θησαυρὸν εὗρε καὶ ἐπλούτησε. γυνὴ ἔδοξε λέγειν αὐτῇ τινα κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ. ταύτης ὁ ἀνὴρ ἀποδημῶν ἀπέθανε, καὶ τῆς οὐσίας ὑπὸ τοῦ φίσκου καταληφθείσης εἰς μάχην κατέστη καὶ ἐδικάσατο ἡ γυνή· καὶ οὐδὲν ἤνυσεν, ἀλλʼ ἐν τῇ δίκῃ οὖσα ἀπέθανεν. ὁρᾷς ὅτι τούτων ἃ μὲν αὐτάρκως τὴν ἀπόβασιν ἔδειξεν οὐ προσδεηθέντα τῆς τῶν ποιημάτων ὑποθέσεως, ἃ δὲ κατὰ τὰς ἱστορίας τὰς ἐν τοῖς ποιήμασιν ἀπέβη.