Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.60
Not analysed yet
Ἔτι τῶν πόλεων τὰς οἰκειοτέρας ἄμεινον βλέπειν ἢ τὰς ἄλλας, οἷον πατρίδας ἢ ἐν αἷς τις διέτριψεν εὐτυχῶς· τὰς δὲ μὴ οἰκείας ἢ μὴ συνήθεις βλέπειν ἧττον ἀγαθόν. ὁμοῦ δὲ πάσας ἀγαθὸν ὁρᾶν πολυάνδρους οὔσας καὶ εὖ οἰκουμένας καὶ πληθούσας πολυτελείας καὶ τῶν ἄλλων ὅσα πόλεως μέγεθος ἢ εὐδαιμονίαν ἐπιδείκνυσιν. ἐρήμους δὲ ἢ κατερηριμμένας βλέπειν οὔτε ἰδίας οὔτε ἀλλοτρίας πόλεις ἀγαθόν. σημαίνουσι δὲ αἱ πατρίδες καὶ τοὺς γονεῖς. οἷον ἔδοξέ τις τὴν πατρίδα σεισμῷ πεσεῖν, καὶ ὁ πατὴρ αὐτοῦ καταδικασθεὶς τὴν ἐπὶ θανάτῳ ἀπώλετο.