Ancient Greek · ~2 min
Book 4
Artemidorus, Onirocriticon 4.61
Not analysed yet
Ὅσα τισὶ παρακολουθεῖ, ταῦτα ὄναρ βλεπόμενα μεθʼ ἡμέραν ἀποβαίνει. μάλιστα δὲ τὸ μοιχεύειν ἔχθραν πρὸς τὸν ἄνδρα τῆς μοιχευομένης ποιεῖ τῷ ἰδόντι· ἕπεται γὰρ καὶ ἀκολουθεῖ τῷ μοιχῷ μῖσος ἐκ τοῦ ἀνδρὸς τῆς μοιχευομένης. ὅσα δὲ οὐκ ἀκολουθεῖ τισι, ταῦτα οὐδὲ ἐν τοῖς ὕπνοις ὁραθέντα ἀποβαίνει. οἷον ἔδοξέ τις τὸν δεσπότην παρακατακλίνειν αὐτῷ τὴν ἑαυτοῦ γυναῖκα. καὶ ἔχθρα μὲν αὐτῷ οὐδʼ ἡτισοῦν ἐγένετο πρὸς τὸν δεσπότην, πᾶσαν δὲ τὴν οὐσίαν ἐπιτραπεῖσαν ὑπὸ τοῦ δεσπότου διῳκονόμησε καὶ προέστη τοῦ παντὸς οἴκου· ἦν γὰρ εἰκὸς μηδεμίαν ἔσεσθαι ζηλοτυπίαν πρὸς τὸν τὴν ἑαυτοῦ παρακοιμίζοντα γυναῖκα.