Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.70
Not analysed yet
Ἔτι καὶ οἱ ἀδελφοὶ τοῖς ἐχθροῖς τὸν αὐτὸν ἔχουσιλόγον πρὸς τὰ ἀποτελέσματα . οὐ γὰρ ἐπʼ ὠφελείᾳ γίνονται ἀλλ᾿ ἐπὶ βλάβῃ ὥσπερ καὶ οἱ ἐχθροί, ἐπειδὴ ἃ μόνος τις ἔμελλεν ἕξειν, ταῦτα οὐ μόνος ἀλλ᾿ ἐξ ἡμισείας ἢ τρίτου μέρους μετὰ τῶν ἀδελφῶν ἔχει. ὁ Τιμοκράτης ἔδοξέ τινα τῶν ἀδελφῶν ἀποθανόντα κατορύττειν. οὐκ εἰς μακρὰν εἶδέ τινα τῶν ἐχθρῶν ἀποθανόντα. οὐ μόνον δὲ ἀδελφοὶ ἀποθνήσκοντες ἐχθρῶν ὄλεθρον σημαίνουσιν ἀλλὰ καὶ ζημίας προσδοκωμένης λύσιν. οἷον Διοκλῆς ὁ γραμματικὸς φοβούμενος ἐξ ἐπηρείας ἀργύριον ἀπολέσαι τὸν ἀδελφὸν ἔδοξε τεθνάναι, καὶ ἀζήμιος ἔμεινεν.