Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.71
Not analysed yet
Ὅτι οὔτε οἱ θεοὶ οὔτε ἄλλοι ἀξιόπιστοι ψεύδονται, ἀλλʼ οἷα ἂν λέγωσιν ἀληθῆ λέγουσιν, ἐν τῷ δευτέρῳ βιβλίῳ ἕκαστα διῄρηται. ἐπειδὴ δὲ πολλάκις οἱ ἄνθρωποι ῥηθέντων τινῶν αὐτοῖς καὶ μὴ ἀποβάντων οὕτως ἐξηπατῆσθαι νομίζουσι, παρακείσθω σοι καὶ οὗτος ὁ λόγος, ὡς ἄρα οἱ θεοὶ καὶ πάντες οἱ ἀξιόπιστοι πάντως μὲν ἀληθῆ λέγουσιν, ἀλλὰ ποτέ μὲν ἁπλῶς λέγουσι, ποτὲ δὲ αἰνίσσονται. ὅταν μὲν οὖν ἁπλῶς λέγωσιν, οὐδὲν πρᾶγμα παρέχουσιν οὐδὲ λέσχην διὰ τὸ ἁπλοῦν τῆς ῥήσεως· ὅταν δὲ αἰνίσσωνται καὶ μὴ ἁπλῶς λέγωσιν, ἑρμηνευτέον σοι τὰ αἰνίγματα. καὶ γὰρ εἰκὸς τούς θεοὺς τὰ πολλὰ διʼ αἰνιγμάτων λέγειν, ἐπειδὴ καὶ σοφώτεροι ὄντες ἡμῶν αὐτῶν οὐδὲν ἡμᾶς ἀβασανίστως βούλονται λαμβάνειν. οἷον ἔδοξέ τις λέγειν αὐτῷ τὸν Πάνα ῾ἡ γυνή σοι φάρμακον δώσει διὰ τοῦ δεῖνος ὄντος γνωρίμου καὶ συνήθουςʼ. τούτου ἡ γυνὴ φάρμακον μὲν οὐκ ἔδωκεν, ἐμοιχεύθη δὲ ὑπʼ αὐτοῦ ἐκείνου διʼ οὗ ἐλέγετο φάρμακον δώσειν· καὶ γὰρ ἡ μοιχεία καὶ ἡ φαρμακεία λάθρα γίνονται καὶ ἀμφότεραι ἐπιβουλαὶ λέγονται, καὶ οὔτε ἡ μοιχευομένη οὔτε ἡ φάρμακον παρέχουσα φιλεῖ τὸν ἄνδρα. καὶ ἐπὶ τούτοις οὐκ εἰς μακρὰν ἡ γυνὴ ἀπηλλάγη αὐτοῦ πάντων μὲν γὰρ ὁ θάνατός ἐστι λυτικός, τὸ δὲ φάρμακον τὸν αὐτὸν τῷ θανάτῳ λόγον ἔχει.